Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.149 Joseph. AJ 11.153 (English) >>Joseph. AJ 11.158

11.151τόπου τοὺς συνεπισκεψομένους τὸ τῶν γεγαμηκότων πλῆθος.” καὶ ταῦτα δόξαν αὐτοῖς ἀρξάμενοι τῇ νουμηνίᾳ τοῦ δεκάτου μηνὸς ἀναζητεῖν τοὺς συνοικοῦντας ταῖς ἀλλοεθνέσιν εὗρον ἕως τῆς τοῦ μηνὸς τοῦ ἐχομένου νουμηνίας ποιησάμενοι τὴν ἔρευναν πολλοὺς ἔκ τε τῶν Ἰησοῦ ἐκγόνων τοῦ ἀρχιερέως καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν Ἰσραηλιτῶν, 11.152οἳ καὶ τὰς γυναῖκας καὶ τὰ ἐξ αὐτῶν γεγενημένα τῆς τῶν νόμων φυλακῆς τῶν πρὸς αὐτὰ φίλτρων ποιούμενοι πλείονα λόγον εὐθὺς ἐξέβαλον καὶ θυσίας ἐξευμενίζοντες τὸν θεὸν ἐπήνεγκαν κριοὺς καταθύσαντες αὐτῷ. τὰ δὲ ὀνόματα αὐτῶν λέγειν οὐκ ἔδοξεν ἡμῖν ἀναγκαῖον εἶναι. 11.153τὸ μὲν οὖν ἁμάρτημα τὸ περὶ τοὺς γάμους τῶν προειρημένων οὕτως ἐπανορθώσας Ἔζδρας ἐκαθάρισεν τὴν περὶ ταῦτα συνήθειαν, ὥστʼ αὐτὴν τοῦ λοιποῦ μόνιμον εἶναι. 11.154

Τῷ δʼ ἑβδόμῳ μηνὶ τὴν σκηνοπηγίαν ἑορτάζοντες καὶ σχεδὸν ἅπαντος τοῦ λαοῦ συνεληλυθότος ἐπʼ αὐτήν, ἀνελθόντες εἰς τὸ ἀνειμένον τοῦ ναοῦ πρὸς τὴν πύλην τὴν ἐπὶ τὴν ἀνατολὴν ἀποβλέπουσαν ἐδεήθησαν τοῦ Ἔζδρα τοὺς νόμους αὐτοῖς ἀναγνῶναι τοὺς Μωυσέως. 11.155 δὲ μέσος τοῦ πλήθους σταθεὶς ἀνέγνω καὶ τοῦτʼ ἐποίησεν ἀπʼ ἀρχομένης ἡμέρας ἕως μεσημβρίας· οἱ δὲ ἀκούσαντες ἀναγινωσκομένων τῶν νόμων δίκαιοι μὲν πρὸς τὸ παρὸν καὶ τὸ μέλλον ἐδιδάσκοντο εἶναι, περὶ δὲ τῶν παρῳχημένων ἐδυσφόρουν καὶ μέχρι τοῦ δακρύειν προήχθησαν ἐνθυμούμενοι πρὸς αὑτούς, ὅτι μηδὲν ἂν τῶν πεπειραμένων κακῶν ἔπαθον, εἰ τὸν νόμον διεφύλαττον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.149 Joseph. AJ 11.153 (English) >>Joseph. AJ 11.158

Powered by PhiloLogic